Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.87 Joseph. AJ 12.93 (English) >>Joseph. AJ 12.98

12.91ἐκβοησάντων δʼ ὑφʼ ἓν καὶ τῶν πρεσβυτέρων καὶ τῶν συμπαρόντων γίγνεσθαι τὰ ἀγαθὰ τῷ βασιλεῖ διʼ ὑπερβολὴν ἡδονῆς εἰς δάκρυα προύπεσεν, φύσει τῆς μεγάλης χαρᾶς πασχούσης καὶ τὰ τῶν λυπηρῶν σύμβολα. 12.92κελεύσας δὲ τὰ βιβλία δοῦναι τοῖς ἐπὶ τῆς τάξεως τότε τοὺς ἄνδρας ἠσπάσατο, δίκαιον εἰπὼν εἶναι πρῶτον περὶ ὧν αὐτοὺς μετεπέμψατο ποιησάμενον τοὺς λόγους ἔπειτα κἀκείνους προσειπεῖν. τὴν μέντοι γε ἡμέραν, καθʼ ἣν ἦλθον πρὸς αὐτόν, ἐπιφανῆ ποιήσειν καὶ κατὰ πᾶν ἔτος ἐπίσημον εἰς ὅλον τὸν τῆς ζωῆς χρόνον ἐπηγγέλλετο· 12.93ἔτυχεν γὰρ αὐτὴ εἶναι τῆς παρουσίας αὐτοῖς καὶ τῆς νίκης, ἣν Ἀντίγονον ναυμαχῶν ἐνίκησεν· συνεστιαθῆναί τε ἐκέλευσεν αὐτῷ καὶ καταλύσεις προσέταξεν αὐτοῖς δοθῆναι τὰς καλλίστας πρὸς τῇ ἄκρᾳ. 12.94

δὲ ἐπὶ τῆς τῶν ξένων ἀποδοχῆς τεταγμένος Νικάνωρ Δωρόθεον καλέσας, ὃς εἶχεν τὴν περὶ τούτων πρόνοιαν, ἐκέλευεν ἑτοιμάζειν ἑκάστῳ τὰ δέοντα πρὸς τὴν δίαιταν. διετέτακτο δὲ τοῦτον ὑπὸ τοῦ βασιλέως τὸν τρόπον· 12.95κατὰ γὰρ πόλιν ἑκάστην, ὅσαι τοῖς αὐτοῖς χρῶνται περὶ τὴν δίαιταν, ἦν τούτων ἐπιμελόμενος καὶ κατὰ τὸ τῶν ἀφικνουμένων πρὸς αὐτὸν ἔθος πάντʼ αὐτοῖς παρεσκευάζετο, ἵνα τῷ συνήθει τρόπῳ τῆς διαίτης εὐωχούμενοι μᾶλλον ἥδωνται καὶ πρὸς μηδὲν ὡς ἀλλοτρίως ἔχοντες δυσχεραίνωσιν. δὴ καὶ περὶ τούτους ἐγένετο Δωροθέου διὰ τὴν περὶ τὸν βίον ἀκρίβειαν ἐπὶ τούτοις καθεστῶτος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.87 Joseph. AJ 12.93 (English) >>Joseph. AJ 12.98

Powered by PhiloLogic